Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.30 Dem. 39.32 (English) >>Dem. 39.35

39.31οὐκοῦν δεινὸν εἰ τῆς μὲν πόλεως καὶ τῶν ὑπʼ ἐκείνου καταλειφθέντων διὰ τοὔνομα τοῦτο μέτεστί σοι, τοῦτο δʼ ἀξιοῖς ἀφεὶς ἕτερον μεταθέσθαι σαυτῷ. φέρʼ, εἴ σʼ πατὴρ ἀξιώσειεν ἀναστάς, μένειν ἐφʼ οὗ σʼ αὐτὸς ἐποιήσατʼ ὀνόματος, πατέρʼ ἄλλον σαυτοῦ φάσκειν εἶναι, ἆρʼ οὐκ ἂν μέτριʼ ἀξιοῦν δοκοίη; ταὐτὰ τοίνυν ταῦτʼ ἐγώ σʼ ἀξιῶ, πατρὸς ἄλλου σεαυτὸν παραγράφειν, τοὔνομʼ ἔχειν ʼκεῖνος ἔδωκέ σοι. 39.32νὴ Δίʼ, ἀλλʼ ὕβρει καὶ ἐπηρείᾳ τινὶ τοῦτʼ ἐτέθη σοι. ἀλλὰ πολλάκις μέν, ὅτʼ οὐκ ἐποιεῖθʼ πατὴρ τούτους, ἔλεγον οὗτοι ὡς οὐδὲν χείρους εἰσὶν οἱ τῆς μητρὸς τῆς τούτου συγγενεῖς τῶν τοῦ πατρὸς τοῦ ἐμοῦ. ἔστι δʼ Βοιωτὸς ἀδελφοῦ τῆς τούτου μητρὸς ὄνομα. ἐπειδὴ δʼ εἰσάγειν πατὴρ τούτους ἠναγκάζετο, ἐμοῦ προεισηγμένου Μαντιθέου, οὕτω τοῦτον εἰσάγει Βοιωτόν, τὸν ἀδελφὸν δʼ αὐτοῦ Πάμφιλον. ἐπεὶ σὺ δεῖξον, ὅστις Ἀθηναίων ταὐτὸν ὄνομα τοῖς αὑτοῦ παισὶν ἔθετο δυοῖν· κἂν δείξῃς, ἐγὼ συγχωρήσω διʼ ἐπήρειάν σοι τοῦτο τοὔνομα θέσθαι τὸν πατέρα. 39.33καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δʼ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθʼ οἷον δεῖ τὸν προσήκοντʼ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις. δεινόν γʼ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.30 Dem. 39.32 (English) >>Dem. 39.35

Powered by PhiloLogic